Ancient Greek
Column b
Philodemus, P.Herc. 994, 1419, 1676, 1677 Column b
Not analysed yet
λαμβανόμ ενα καὶ ἀνάπαλιν ἀποτιθέμενα ἐπὶ τῶν ὀνομά των ἢ τῶν ῥημάτων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ τῶν παρακειμ ένων αὐτοῖς συμβεβηκότων, πάντα πλὴν τούτου διδόσθωι τό γε ἐφ' ἡμᾶς εἶναι στίχον δὲ καὶ στροφὴν εὔρυθμον ἢ ἄ ρυθμον ὁ μ ο ίως διανοῆσαι κατὰ μ έρος τὴν ἀκοήν. ʼωιόμεθα γὰρ δήπου καὶ ὑπὸ ῥυθμ ῶν καὶ ὑπὸ μέτρων α ὐτὴν γαργαλίζ εσθαι, τὰ δ' ἀπὸ τούτου φανερῶς ο ὐ φιλακρι βεῖν ν ομίζομεν, καὶ πρῶτον τὸ τὰς τοι ούτων πολλάκι θέσεις ὁμο ι οῦν μὴ λυπεῖν διὰ τὸν ἦχον, ὡς τὸν λωτὸν καὶ τοὺς Λωτοφάγους ἂν μηδὲν ἄλυπον εἶναι διὰ τὸ τοὔνομα κατὰ τὸν ἦχον ἡδὺ τῆι