Ancient Greek · ~2 min
Column 6
Philodemus, Philodemus: De rhetorica 7 6-2
Not analysed yet
εἰ δ' ὀλίγα τῶν κατὰ δόξαν ἀληθῆ φαίνετ' εἶναι --προσῆκον ἀντιθεῖναι τὰ κατὰ ματαίαν δόξαν --ὑπόκωφον ἦν, ὃ ὑπήγαγεμὴ τὴν ἀναφορὰν ἐπὶ τὰς ἐναργείας λαμβάνοντα, καὶ μηδὲ τούτων τελέως ἐλλείπειν τοὺς ῥήτορασ ἀλλὰ μὴν ἐν τῶι κατασκευάζειν τὸ προκείμενον πρὸς οὐθὲν ἔοικεν ἀπὸ τῆς μουσικῆς ἐπάγειν. οὐ γὰρ η φαυλότερα τὰ κατ' αὐτὰ λέγων, ὑπὲρ ὧν ἐποιεῖτ' ἐ γλογισμούς· ἀλλὰ ταῦτα μὲν εὐπαρακολούθητα πᾶσιν ὄντα πέφ υκε τοῖς τὸν βίον ἐκεῖνον προελομένοις