Ancient Greek · ~1 min
Column 67
Philodemus, Philodemus: De rhetorica 7 67
Not analysed yet
οὐδ' εἰ λέγει, ὡς Ἀθήνησί τι ἔρυμα ἐφύετο τῶν τυράννων, ὅπου πλείονες ἐγένοντο ῥήτορες ἢ συλλήβδην κατὰ τὴν ἅπασαν οἰκουμένην, ἀληθὲς εἶναι δύναται τὸ μηδεμίαν πολιτείαν διὰ ῥήτορας ἐκ δημοκρατίας εἰς τυραννίδα περιστῆσαι. σιωπῶ γὰρ, ὅτι καὶ τὰς αἰτίας, ἃς φαύλας ὑπέγραψε, κοινὰς μὲν εἶναι καὶ παντὸς ὄχλου συμβήσεται δια αν καν καὶ τι νχρι