Ancient Greek · ~1 min
Column 88
Philodemus, Philodemus: De rhetorica 7 88
Not analysed yet
συνεστηκέναι δὲ τῶν περὶ τὰ πάθη καὶ ἤθη, οἷς δικαστήρια κινεῖ, τὸ κυριώτατον ἐν τῶι κατανοῆσαι, διὰ τίνων καὶ γεννᾶται καὶ καταπραΰνεται ταῦτα. τοῦτο δὲ μόνον ὡς οὐ προσῆκον ἑαυτοῖς οὐκ ἐνχειρῆσαι τοὺς ῥήτορας ἐκ τῶν Ἀριστοτέλους μετενεγκεῖν, τὰ λοιπὰ μετενηνοχότας. τοιούτων δή τινων λεγομένων προχειρότατο ν ἂν δόξειεν εἶναι τὸ τῶν τον μερῶν εὐκαταφρόνητον ιτονι τεκμήρια μι