Ancient Greek · ~1 min
Column 92
Philodemus, Philodemus: De rhetorica 7 92
Not analysed yet
υμα πολλῶν σοφιστῶν, ὥστε καὶ περὶ τῶν ἄλλων σχημάτων τῆς λέξεως ἡμεῖς ὑπακούειν τὰ παραπλήσια καταξιώσαντες, ὅταν τῶν πίστεων τὰς ἀτέχνους φῆι κοινὰς εἶναι πάντων οἷον μαρτυρίαν, βασάνους καὶ τὰ τοιαῦτα, λέγωμεν, ὅτι τούτων ἡ μὲν εἴδησίς ἐστι κοινὴ καὶ τῶ ν ἰδιωτῶν, ἡ δὲ χρῆσις εὐκαιρίαι καὶ οὐκ ἐπιστήμηι συνέχεται