Ancient Greek · ~1 min
Column 145
Philodemus, Philodemus, On Frank Criticism 145
Not analysed yet
μεμνῆσθαι δὲ τοῦ ἀπρεπὲς εἶναι μὴ τοῖς καθη γουμένοις τὰ ἑαυτῶν ο ἷον ἐπιρρίπτειν καὶ μόνοις ἐκείνοις ἐπέχει ν, ὡς οὐδ’ ἐπὶ τῆς παρασκευῆς τῶν ἀγαθῶν, καὶ τοῦ τελέως αἰσχρὸν εἶναι, τῆς μὲν τοῦ σώματος θεραπε ίας ἑαυτοῖς τι συναντιλαμβάνεσθαι καὶ μὴ τῶν ἰατρῶν ἐν ἅπασιν ἔχοντας χρείαν, ἐπὶ δὲ τῆς ψυχ ῆς μὴ πειρᾶσθαι τῆς τοῦ σοφοῦ νουθετήσεως