Ancient Greek · ~2 min
Column 160
Philodemus, Philodemus, On Frank Criticism 160
Not analysed yet
δύνηται δ’ αὐτὸς ἢ δι’ ἡμῶν ἢ δι’ ἄλλου τῶν συ σχολαζόντων θεραπευθῆναι, μηδὲ συνεχῶς αὐτὸ ποιεῖν, μηδὲ κατὰ πάντων, μηδὲ πᾶν ἁμάρτημα καὶ τὸ τυχόν, μηδ’ ὧν οὐ χρὴ παρόντων, μηδὲ μετὰ διαχύσεως, ἀλλὰ συνπαθῶς τὰς ἁμαρ τίας ὑπολαμβάνειν καὶ μὴ καθυβρίζειν μηδὲ λοιδορεῖ ν ἐπὶ εἰ ἄρα κατὰ τρόπον συλλογιζόμεθα. εἰ καὶ πρὸς τοὺς συνκατασκευαζομένους τὰ ἑαυτῶν καὶ τὰ ἀλλήλων προοίσονται. πρὸς τοίνυν τοὺς συνκατασκευαζομένους λέγειν τὰς ἰδίας ἀγνοίας εὐλαβῶς ἑκτέον. ἔνιοι γὰρ οὔτ’ ὠφελήσουσι βάθους ἐστερημένοι συνέσεως τάχα