Ancient Greek · ~3 min
Column 173
Philodemus, Philodemus, On Frank Criticism 173
Not analysed yet
κἀνταῦθα ἐπὶ φίλων πλειόνων ὑ περοκνουμ ένην ἕξει τὴν π αρρη σίαν καὶ πάλιν ἀνελευθέ ρως· καὶ ἐφ’ ὧν οὐκ ἐχρῆ νουθετήσει, ἐφ’ ὧν δ’ ἔτυχεν τῆς ἐπιτιμήσεως μετασ τήσεται· καὶ τῶν ἄλλων δὲ γινομένου τινὸς ἀνεφοδεύτου πρότερον ἢ παρεθέντος ἀθεραπεύτου, μετὰ ταῦτ’ ἐπε ιδὰν γνωσθῆι προνοίας γενομένης εὐλόγως καὶ πρότερον ἀπειθήσας, ὡς ἀλλοτρίαν ὑπερορῶν ἐπιφοράν, ὕστερ ον δ’ ἀπαγορεύσας, πειθαρχήσει τῆ ι νο υθετείαι· καὶ τ ότε συν ε χόμενος τοῖς ἐκχαυνοῦσι πάθεσιν ἢ κοινῶς ἀντικρούουσιν, εἶτα κουφισθείς, ὑπακούσεται· καὶ τότε τυχὼν τῶν διαστρεφόντων, νῦν οὐ τεύξεται· καὶ πρότερον ἀν τιδοκε ύων, καὶ το ῦτο πλανωδῶς οὐ πεπόηκεν, ὕστερον φωραθεὶς καὶ εὐφρονῶν ποήσει.