Ancient Greek
Column 175
Philodemus, Philodemus, On Frank Criticism 175
Not analysed yet
διαθέσεων αἰσχρο τέρων ἀμελῶν τις, τιθασεύειν προσκαρτερητικῶς ἀνθρώπους εἰς φιλότητας ἑ αυτῶν καὶ τοῖς ἀπαθοῦσι θεραπεύε σθαι ποικίλως βοηθοῦντες δι’ ἰατρῶν. εἰ μὲν αἰδοῦς ἢ φόβου ἕνεκεν ποικίλης τε φιλοτεχνίας οὔσης, οἵαν ἐπεσημηνάμεθα, καὶ τῆς κεραννυμένης δαψιλέσι τοῖς ἐπαίνοις καὶ προτρεπομένης τἀκόλουθα τοῖς ἀγαθοῖς πράττειν, οἷς ἔχουσι, πῶς οὐκ ἂν τῶν τοιούτων ποιοῖτο τὰς ὑπομνήσεις; καὶ κατὰ τὰς διδομένας δὲ πρὸς παρρησίαν ἀφορμὰς