Ancient Greek · ~2 min
Column 184
Philodemus, Philodemus, On Frank Criticism 184
Not analysed yet
π ερὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λελεγμένα. ζητουμένου δ’, εἰ πα ραλλάξουσιν ἀλλήλων καὶ σοφοὶ κατὰ παρρησίαν, ῥητέον, ὅτι τοιαῦται μὲν οὐκ ἔσονται διαφοραὶ περὶ καὶ κ αθάπερ ἐντ έχνως χοροδ ιδασκαλούντων, ἐν φιλοσοφίαι· καὶ τὸ ν μὲν ἀκράχολον εἶναι καὶ κυνώδη πρὸς ἅπαντας, ὡς πάλιν ἄλλοι τινές εἰσιν· τὸν δ’ ἀεὶ βληχρόν· καὶ τὸν μὲν εὖ κατὰ πᾶν, τὸν δ’ ἐλλειπόντως κατά τι παρρησιάζεσθαι. πάντες γὰρ ὁμοίως καὶ φιλοῦσι κατ’ ἀξίαν ἑκάστου καὶ τὰς ἁμαρτίας βλέπουσι καὶ τὰς διὰ παρρησίας