Ancient Greek · ~2 min
Column 186
Philodemus, Philodemus, On Frank Criticism 186
Not analysed yet
ὥστε θαρσέω ς παρρησίαι χρήσο νται πρὸς αργίας καὶ ἀναβολάς. οἱ δ’ ἀκριβέστεροι πως ὑπάρξουσιν ἐν σπάνει τῶν πρὸς εὔνοιαν καὶ φιλίαν εὐθέτων γενηθέντες καὶ παρ ὰ τὴν ἀπομίμησιν δὲ τὴν πολυχρόνιον τῶν καθηγησαμενών, ἢ σφοδρῶν κατὰ τὸ γένος ὄντων ἤ πωσ σ κατὰ τὸ καθηγεῖσθαι δ’ ἢ τὸ κ αθηγήσασθαι οὐ δ ὲν Κλεάνθου ς οὐδὲ Μητρ οδώρου διοίσουσιν ὁ γὰρ ἐφεστηκὼς δαψιλεστέραι χρ ήσεται δηλονότι καὶ παρὰ πλείω χρόνον δὲ προσειληφότες πλειόνων ἱστορίαν τῶν οὐ προσειληφότων περιτοττέραι τούτων παρὰ ταῦτα παρρησίᾳ χρήσονται