Ancient Greek · ~2 min
Column 189
Philodemus, Philodemus, On Frank Criticism 189
Not analysed yet
ποτὲ καὶ σοφὸς πρὸς σ οφόν· εἰ δ’ ὁ μὲ ν σοφὸς καὶ γινωσκόμενο ς, τέλειος πρὸς τέλειον ἀπαντᾶι ὅ τι τέλ ειο ς καὶ ἀγνοούμ ενος, καὶ τάχα γινωσκόμενος ὡ ς σοφὸς πρὸς ἀγνοούμενο ν καὶ φιλόσοφος δὲ καὶ φιλόλογος· διότι σοφὸς αἴνεσιν ἢ καταφορ ὰς ὑπὲρ αὑτοῦ λαμβάνων ἴσως δὲ καὶ φιλοστοργίαν ἔχοντες ἰδιωτικὴν ἢ θέλοντες ἔχειν ἔνιοι παρρησιάσαιντ’ ἂν πρὸς αὐτόν. ἂν μὲν οὖν οἱ σοφοὶ γινώσκωσιν ἀλλήλους, ἡδέως ὑπομνησθήσονται πρὸς ἀλλήλων ἐν οἷς διεσαφήσαμεν, ὡς καὶ ὑφ’ ἑαυτῶν, καὶ δήξονται δηγμὸν ἑαυτοὺς τὸν ἠπιώτατον καὶ χάριν εἰδήσουσι τῆς ὠφελίας.