Ancient Greek · ~2 min
Column 201
Philodemus, Philodemus, On Frank Criticism 201
Not analysed yet
πῶ ς ἐπιγιγνώσκοντες ἐξ αὐτῶν συν ετωτέρους τινὰς εἶναι καὶ δὴ καὶ κα θηγητὰς ἐξ αὐτῶν παρρησίαν οὐ φορ οῦσιν; διότι νομίζουσιν ἐν τοῖς κατὰ πρόβλημα λόγοις ὑπερέχεσθαι μόνον, ἐν δὲ τῆι διαθέσει κ αὶ τῶι συνορᾶν τὰ κρείττω καὶ μάλιστα τἀν τῶι βίωι, πολὺ βελτείους ἑαυτοὺς ὑπάρχειν· ἐνίοτε δὲ κατ ὰ καὶ πανπόλλωι διαφέρειν αὐτοὺς νομίζουσιν· ὡς Τιμοκράτης καὶ φιλεῖν ἔφη τὸ ν ἀδελφὸν ὡς οὐδεὶς καὶ μισεῖν ὡς οὐδείς. πολλὰ γὰρ ἐκ τῶν ἐναντίων πάσχουσι καὶ πράττουσι αἱ τοῦ συνφέροντος ἀδιαλόγιστοι ψυχαί, καὶ διειλημμένως μὲν ἔστιν ὅτε δοξάζουσιν εἶναι φρονιμώτερ οι, ἀδιαλήπτως δὲ