Ancient Greek · ~3 min
Column 29
Philodemus, Philodemus, On the good king according to Homer 29
Not analysed yet
πο ροψ εμ καὶ ταχέως ἐκφέρειν ἀνηκέστους δυσμενείας· εἰς ὃ αὐτὸ βλ έψας Ὅμηρος συνεχθαίρει τοὺς πολέμου καὶ τοὺς ἔριδος φίλους καί φησιν· ὀλίγην μ ὲν τὰ πρῶτα κορύσσεσθ' αὐτήν, αὐτὰρ ἔπειτα οὐρανῶι στηρίζειν κάρη καὶ ἐπὶ χθονὶ βαίνειν, καὶ ἐπαρᾶταί τις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπολέσθαι. καὶ τὸ ζηλότυπον δ' ἀπεῖναι δεῖ καὶ βασ ενονει τινι μετ ον ἔχουσιν· καλὸν δὲ δεδειῶχθαι καὶ λο ν καὶ γὰρ α οτευ οει καὶ μεγ άλας ἀναιρεῖ διαφοράς· ὥστ' εἰκότως οἱ φρονιμώτατοι τῶν Ἑλλήν ων Ὀδ υσσεύς τε καὶ Νέστωρ, τοσούτωι καὶ ἀφειστήκεσαν τῶν παθῶν τούτων, ὥστε· οὔτέ ποτ' ἐν πο λέμωι δίχ' ἐβάζετον οὔτε ἐνὶ βουλῆι ἀλλ' ἕνα θυμὸν ἔχοντε νόωι φράζοντ' Ἀργείοισιν ὅπως ὄχ' ἄριστα γένοιτο διο νιν αιρη