Ancient Greek · ~3 min
Column 37
Philodemus, Philodemus, On the good king according to Homer 37
Not analysed yet
φανερὸς δ’οὗτός γε κἂν μυσαχθεὶς τὸν καὶ ἐπὶ τῶι κάλλει θρυπτόμενον Δημήτριον τὸν Πολιορκητὴν οὐχ ὅτι ταῖς πράξεσι χαυνούμενον, εἴ γε τῶι Πάριδι κατέγραφεν οὐ βοηθήσειν κίθαριν τά τε δῶρ᾿ Ἀφροδίτης τήν τε κόμην τό τε εἶδος, ὅτ’ ἐν κονίηισι μιγείη, καθάπερ ἐκείνωι συνέβηι ληφθέντι μετὰ τῆς ὅλης στρατιᾶς αἰχμαλώτωι, καὶ τὸν καλὸν Ἄρην καὶ αὐτῆς ἐρώμενον τῆς Ἀφ ροδίτης ὑπὸ χωλοῦ τὰ δύο σκέλη συνδούμενον, καλὸν δ’ ὄντ α τὸν Νειρέα μὲν οὕτως εὐτέλ ιζε, τὸν δ’ Εὐρ ύαλον η δ θεοῦ πλάσμα ἔφη μὴ λείπεσθαι τ αιοτ εἶναι μηδὲν ἧττον· καίτοι θέλ γει δ εινῶς θεοειδεῖς ποιῶν τοὺς βαϲιλεῖς, ἀρεστῶς ἔμοιγε, καὶ γὰρ τοῦτο πρὸς τὸν χυδαῖον ἔχει τι καταπληκτικὸν καὶ τοῖς κρατίστοις, οὓς χρὴ μιμεῖσθαι, παραπλήσιον, διὸ καὶ θεοειδεῖς καὶ θεοεικέλους αὐτοὺς προσαγορεύ