Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.1
Not analysed yet
Ἐνίοτε γὰρ οἰκο οἰκο|δόμος οἰκίαν καταφθείρει καὶ ζῳγράφος πίνακα καὶ ναῦν περιτρέπει κυβερνήτης καὶ ἰατρὸς ἄνθρωπον ἀποκτείνει μεθοδικῶς· μηδὲ ταύτας οὖν τέχνας ὁμολογῶμεν, ἢ καὶ πάσας τὰς τέχνας ὁ λόγος ἀξιοῖ ματαίως ὠφελίμους εἶναι, καθάπερ καὶ ὁ πρὸ αὐτοῦ. „Αἱ διάφοροι τέχναι τῶν ἀλλήλων τελῶν οὐ τυγχάνουσιν, τοῦ δὲ τῆς ῥητορικῆς τέλους καὶ φιλόσοφος καὶ γραμματικὸς καὶ διαλεκτικός. “Παράξουσι μέν τι λεγόμενον Πλάτωνι, οὐ τῆς ῥῆτορικῆς μόνον εἶναι τὴν πειθὼ καὶ τὰς πίστεις· κατὰ γὰρ τὸ κοινὸν πολλοὺς πείθειν τῶν οὐ ῥητορικῶν· ἀλλʼ οὐ τέχνην ὄντως κεκτημένους τήν τε πλεοναζομένην ἱστορίαν καὶ τριβήν, ὅταν οἱ λεγόμενοι τεχνῖται προσλάβωσιν τῶν τελῶν τι, παράξουσιν· τό τε διὰ λόγου ῥητορικοῦ πείθειν τέλος ἐστὶ τῆς ῥητορικῆς, οὐ τὸ πείθειν, καὶ διαλεκτικὸς καὶ φιλόσοφος