Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.2
Not analysed yet
πείθει μέν, οὐ πείθει δὲ ῥητορικῶς ἀλλὰ διαλεκτικῶς καὶ ἀναγκαστικῶς, ὡς καὶ Φρύνη καὶ ὥραι καὶ μουσικῆι πείθει μέν, οὐ ῥητορικῶς δὲ ποιεῖ τὰς κατασκευάς, οὐδέ πως ὁ λόγος δύναταί τι προσάγειν ἀληθές. „Τῶν ἀτέχνων οὐδὲ εἷς ἐν τῶι τῆς τέχνης ἔργωι νικᾶι τὸν τεχνίτην, ἐν δὲ τῶι τῆς ῥητορικῆς οὐδὲ τοῦτο καθολικόν“ Ἐπὶ γὰρ ἐνίων, ἔφη, τῶν στοχαστικῶν ἔστιν ὅτε νικᾶι τὸν τεχνίτην ὁ ἄτεχνος, ὥσπερ κἂν εἴπαις ‘νικήσει τὸν ῥητορικὸν τεχνίτην ὁ ἱκανός τινος τῶν κατὰ μέρος καθεστώςʼ, εἰ δʼ ἡ τέχνη τῶν παγίων, τοῦτʼ ἀδύνατον· διαμφισβητεῖται δέ, πρὸς τίνα προκείμενον· εἰ γὰρ τὸν ἄτεχνον ὁ λόγος λαμβάνει τὸν οὐ διατριβικόν, τὸν δὲ τεχνίτην τὸν ἀπὸ τῶν διδασκαλείων, οὔτε τὴν σοφιστικὴν μὴ εἶναι τέχνην οὔτε τὴν πολιτικὴν ἀποδείκνυσιν