Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.11
Not analysed yet
οὐδὲ τὸν ὅρκον ὀμωμοκότες ἢ κινδυνεύοντες, ὑπὲρ οὗτινος ἀκούουσιν τῶν πεπραγμένων, ὅτι . πα π νε σεικ σ απο —ὅταν δʼ οὕτω διακούωσιν, τοῖς μὲν λεγομένοις οὐ προσέχουσιν, εἰ συμφέροντα ἔσται ἢ οὔ, καὶ τὸ σύνολον, εἰ ἔστιν ἀληθῆ ἢ οὐκ ἀληθῆ, ὑπʼ αὐτοῦ δὲ τοῦ ἤχου καὶ τῶν περιόδων καὶ παρίσων καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι προσεδόκησαν, εἰ οὕτω λάλοι ἦσαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις εὖ ἀπαλλάξειν, οὐ συνορῶντες, ὅτι οὐδʼ ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις οὕτω λαλοῦντος ἤκουον· ὅθεν ἦλθον ἐπὶ τὸ μισθὸν ἀναλίσκειν τοῖς σοφισταῖς· εἶτʼ εὐθὺς ἐπιγινώσκουσιν, ὅτι ἀπολωλέκασιν τὸ ἀργύριον· οὐθὲν γὰρ αὐτοῖς ἐπιτελὲς γίνεται τῶν ἐπιτευγμάτων ἀλλὰ πορίζουσι τοὐναντίον, Τούτωι δὲ τῶι τρόπωι φήσο φήσο