Ancient Greek · ~6 min
Book 2
Philodemus, Volumina Rhetorica 2.9
Not analysed yet
ἀποφαινομένων αὐτῶν τὰ περὶ τῆς τέχνης καὶ τὴν ἐπαγγελίαν τῶν ῥητορικῶν, ὡς μέθοδον οὖσαν συναρτῶνται καὶ δὴ ἀξίως τὰ ἔργα συντελοῦσιν, οὐ τὰ πρόθεσιν κυροῦντα συνάγουσιν. —Ἀγνοοῦσιν δὲ καί, ὅτι πέφυκεν οὐχὶ μόνον τὰ διὰ τέχνης μὴ περιγίνεσθαι χωρὶς τέχνης, ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως μὴ παρακολουθεῖν χωρὶς ἀσκήσεως, δοκεῖ δὲ παραπλήσιά τινα τῆι σοφιστικῆι καὶ τῆι πολιτικῆι προσόντα καὶ δὴ προτρέποντα τοὺς ἀπάτας μὴ ὁρῶντας τὰς τῶν ῥητορικῶν καὶ ἠπατημένους, τέχνης περὶ ταῦτʼ οὐχ ὑπαρχούσης. —Καὶ πρόχειρον λέγοιτʼ ἂν τοῦτο· εἰ τὰς τῶν ῥητορικῶν λόγων ἔξεις καλεῖσθαι τέχνην καὶ ἐπιστήμην συμβέβηκεν, πῶς οὐκ ὀλίγων ἀλλὰ κοιναὶ καὶ πάντων εἰσίν; Ἀλλʼ ἐπειδὴ μεγάλης οὐκ ἔστιν ἀνατάσεως χρεία X πρὸς αὐτάς, ἰτέον ἐπὶ τὰς τῶν κατὰ μέ μέ|ρος λόγων διακοπάς, ἃ δεῖ ἐπί τινων προρήσεως καὶ ἐπιρήσεως. „Εἰ μὴ τέχνην μεθώδευον οἱ ῥήτορες, οὐκ ἂν πολλοὶ προσῄεσαν αὐτοῖς μισθοὺς διδόντες. “Ἄξιον μὲν ἐπιστάσεως, μὴ δή ποτε οὐχ ἕνεκα τέχνης ἀναλήψεως μόνον προσίασιν ἔνιοί τισιν, ἀλλὰ καὶ χάριν τῶν διʼ ἄλλου τρόπου περιγινομένων, οἷον δὴ καὶ τὴν ῥητορικὴν παρασκευάζειν. Οὐ μὴν ἀλλʼ ἐπειδὴ ἐμφαίνει διὰ τῆς ὑπομνήσεως, ὡς ἄρα τοῦ πολιτικοῦ γένους ἐστὶν ἡ σοφιστικὴ ῥητορικὴ καὶ τέχνη, καὶ καταξιοῦται μὴ ἄν ποτε προσιέναι τινάς, εἰ μή τινες τούτου μέθοδοι ἦσαν ἢ τέχναι, φησὶν ἐν τῶι περὶ τῆς ῥητορικῆς Ἐπίκουρος, ὅτι „τοῖς διατριβικοῖς οἱ προσιόντες ἀπατῶνται καὶ οὐκ ἀπεικότως διὰ τοιαύτην αἰτίαν· ὅταν γὰρ ἀκούωσιν ἐν ταῖς δείξεσιν καὶ πανηγύρεσιν, τῶι μήτε περὶ συμβολαίου μήτε περί τινος τῶν τῆι πόλει συμφερόντων εἶναι τὸν λόγον