Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.16
Not analysed yet
ἀνειληφότας τῶν πολιτικῶν. Ἔνιοι δʼ οὐδʼ ὅλῶς ἵνα πρὸς πολιτικὴν δύναμιν ὠφεληθῶσιν, ἀλλʼ ὅπως ἂν τῶν κοινῶν καὶ καλῶν εἶναι δοκούντων μαθημάτων μεταλάβωσι, πέμπουσι τοὺς υἱοὺς ὡς πρὸς τἆλλα καὶ πρὸς τοὺς ῥητορικούς. Ἐῶ γάρ, ὅτι καὶ πλανᾶσθαι τοὺς ἀποστέλλοντας οὐκ αἰσχυνθησόμεθα λέγειν, δυσβλέπτους ὄντας τῶν ἐπὶ τὴν δύναμιν αὐτοὺς τὴν ἔμπρακτον προβιβασάντων. „Ὥσπερ ἐμ μουσικῆι καὶ γραμματικῆι παραδόσεις τινῶν εἰσιν ἀγνοουμένων, οὕτως καὶ ἐπὶ ῥητορικῆς, καὶ οὐκ ἀμέθοδος ἡ μελέτη γίνεται. Παραδόσεις ἀγνοουμένων δύνανταί τινες εἶναι, κἂν μὴ κατά τινα τέχνην ἐνγίνωνται, κατὰ δʼ ἱστορίαν ἢ παρατήρησιν ἤ τινα τοιοῦτον τρόπον· τίθησί τε τὸ „τὰς μελέτας οὐκ ἀμεθόδους ποιοῦνται“ φατικῶς μόνον,