Ancient Greek · ~2 min
Book 2
Philodemus, Volumina Rhetorica 2.17
Not analysed yet
χωρὶς πίστεως ἀλλάττων ἐπὶ τὴν τέχνην. Εἰ δὲ καὶ περὶ τοὺς ἀληθινοὺς ἀγῶνας τέχνην τὴν σοφιστικὴν ὑπάρχουσαν ὁ λόγος θέλει προσβιβάζειν, καὶ περὶ ψευδῶν τελείως ἀγωνίζεται· μεθοδικόν τε γὰρ οὐθὲν οἱ σοφισταὶ παραδιδόασιν ἐν ταῖς μελέταις πρὸς μάθησιν τῆς ἐν τοῖς ἀληθινοῖς ἀγῶσι δυνάμεως, οὐδʼ ἄλλο τι συμβάλλονται πρὸς τὴν ἕξιν ἐκείνην, ὡς καὶ λόγους περιποιεῖ θαυμαστοὺς ἡ τῶν πολιτικῶν ἐμπειρία, τεχνικὸν δʼ οὐδὲν ἐπιφέρεται. (Es folgen 13 fast leere Ζeilen) —,ἐπειδὴ τὰς μὲν λεγομένας τεχνολογίασ