Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.18
Not analysed yet
ἀναδιδόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ’ ἐπιστήμαις ταὐτὸν δυναμένας τέχνας μηδʼ ἀρχὴν ἔχειν, καὶ δύναμιν καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. Προσάγεταί τʼ, εἴπερ ἄρα, τὸ τέχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τῆς πολιτικῆς εἶναι τέχνην οὐδʼ αὐτοῖς που δοκεῖ. „Οὐδεὶς ἐμέλλησεν τῶν δυνατῶς καὶ συνετῶς λεγόντων ἐν δήμοις καὶ δικαστηρίοις τεχνικῶς οὐδὲ ἓν λέγειν· “Καίτοι γʼ ἔκειτο πρὸς τὴν ῥητορικήν, εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι, μέτεστι δὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. Οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρʼ ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται· καὶ γὰρ κυνδαλισμῶν λέγομεν ἐνί