Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.21
Not analysed yet
πίστιν. Ἐκεῖνο δὲ μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπειεν ἀντιστρέψας, Εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δικαστήριον λεγέτωι παρελθών. Τὰ μὲν οὖν εἰρημένα τισὶν ὑπέρ τε τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τέχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. Τῶν δʼ ἡμετέρων τοὺς λέγοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μέμψαιτο δεόντως, ὅτι τὴν σοφιστικὴν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικήν· τὴν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· μέρος δʼ ἐπαινέσασιν αὐτῆς, μὴ ὅλην δόξασιν τὴν σοφιστικὴν τέχνην λέγειν ἀπὸ τῶν ἐκκειμένων, ὅτι τοῦ δίκας λέ