Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.22
Not analysed yet
γειν καὶ δημηγορεῖν οὐ τέχνην, πάλιν ἐγκαλέσειεν, ὅτι τῶν ζητουμένων τι κατὰ τὸν τρόπον συνεχόντως παραλελοίπασιν. Λέγω δέ, πότερον τοῦ δίκας λέγειν εὖ καὶ δημηγορεῖν τέχνη τις ἔστιν ἢ οὐκ ἔστιν. Οὐ γάρ, εἰ τὴν σοφιστικὴν συμβέβηκεν οὐκ εἶναι περὶ ταῦτα τέχνην, ἤδη δέδεικται τὸ μηδʼ ἐξ ἄλλης αὐτὰ μεθόδου παρακολουθεῖν· οὐδὲ γὰρ ἡ πίστις, ἣν παρατεθείκασι, περὶ τὸ τοιοῦτο τάχʼ ἐστιν, ἀλλὰ μόνον περὶ τὸ χωρὶς τῆς ῥητορικῆς τινας φύσιν καὶ τριβὴν εἰσενεγκαμένους δίκας λέγειν καὶ δημηγορεῖν. Οὐκ αὐτοτελῆ δʼ ἐκτεθείκασιν, καίπερ ἐπιβάλλοντος, οὐδὲ τὴν ἀπόδειξιν τὴν ὑπὲρ τοῦ τὴν σοφιστικὴν περὶ τὰς λογογραφίας καὶ τὰς ἐπιδείξεις τέχνην ὑπάρχειν, ὡς ἔσται φανερόν, ἐπειδάν, ὡς ἡμεῖς κατασκευάζομεν, παραθώμεθά γε παρὰ τῶν ἀνδρῶν καὶ τὰ μαρτύρια· τῶν δʼ ἀδιαστόλως ἢ τέχνην ἢ μὴ