Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.30
Not analysed yet
σαν δὲ καὶ τοῦτο, διότι τέχνην τοιαύτην λέγοντες εἶναι τὴν ῥητορικήν, „οἵαν ἄν τις εἴποι τὴν ἐκ παρατηρήσεως ποιᾶς συνησκημένην ἕξιν, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον περιγίνεται τὸ προκείμενον τέλος“, τὸ τῆς τέχνης ἴδιον αὐτῆς ἀναιροῦνται. Θεωρεῖται γὰρ ἐμ μεθόδωι τοῦτο καί τινι παραδόσει κοινῶν τινων διατεινόντων ἐπὶ τὰ κατὰ μέρος, ἄν τʼ οὖν ἦι τῶν παγίων ἐπιστημῶν, ἄν τε τῶν στοχαστικῶν. Τὼ δʼ ἐκ παρατηρήσεως καί τινος ἱστορίας συνησκημένα τέχνας ἡ συνήθεια τῶν Ἑλλήνων οὐ πάνυ τι προσαγορεύει κατὰ τὸν κύριον τρόπον ἀλλʼ ἔστιν ὅτε καταχρωμένη, καθάπερ ἐνίοτε καὶ τοὺς ἐν τοῖς θαύμασιν συντόνους τεχνίτας καλεῖ καὶ τὸ δεξιῶς ξύλα σχίσαι καὶ συνθεῖναι καὶ ἐνεδρεῦσαί τινα πονηρῶς τεχνικὸν λέγει καὶ τέχνας τὰς ἐν ταῖς κωμῳδίαις καὶ πᾶν τὸ τούτοις παραπλήσιον.