Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.29
Not analysed yet
σεις ἤχασιν, εὐτελὲς ἤνεγκεν ἡ φύσις τοῦτο παρατηρῆσαι· τό τε προοιμιαζομένους ἡμᾶς καὶ διηγουμένους καὶ τὰ συνεχῆ δρῶντας μάλιστα πείθειν οὐ λέγεται καλῶς· ὥστε ῥητέον καὶ τοῦτο καὶ τὸ προειρημένον ἀναποδείκτως ἐρρῖφθαι, τῆς προθέσεως οὔσης πίστιν εἰσενεγκεῖν. Ἀλλὰ μήν γε καὶ τὴν σοφιστικὴν παραλιπόντες ἄλλοις ἀποφαίνειν τέχνην, ὥσπερ ἔστιν, τῶν οὐθὲν προσηκόντων τέχνην αὐτὴν βούλονται συμβιβάζειν, τοῖς ἀνδράσι καθʼ ἑκάτερον διαφωνοῦντες, διὸ δὴ ποικίλως συνεχεῖς ὑπέσχον ψόγους. Οἱ δὲ ν Διονους Σχολῶν τοὺς ὑπομνηματισμοὺς ἀναγράψαντες ἐπειδὴ σύνθετον ἐποίησαν ἀπόφασιν ἔκ τε ταύτης καὶ τῆς πρότερον σεσημασμένης, τοῖς πρὸς ἑκατέρους εἰρημένοις ὄντες ἔνοχοι μόνον ἐπισημανθήτωσαν, ἵνα μὴ ταὐτὰ πάλι καταλέγωμεν. Ὑπομνησθήτω