Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.32
Not analysed yet
την, οὐδὲ παρασκευάζει δημιουργὸν τῶν ἰδίων αὐτῆς, ἀλλὰ καὶ ποεῖ που λείπεσθαι κατʼ αὐτὰ τῶν μὴ μαθόντων αὐτήν· ὑπείληπτο δὲ τέχνη „διὰ ποιᾶς παρατηρήσεως ἕξις συνησκημένη, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ εὔλογον ποιοῦσιν τὸ προκείμενον τέλος· τὸ γὰρ αὗ τὴν διαλεκτικὴν λέγειν καὶ τὴν ἐριστικὴν τοιαύτην συγχωρηθήσεται πίστις εἶναι, ἐὰν λαμβάνοντας καὶ μὴ διαπίπτοντας ἀκούωμέν τινας τῶν ἐπαγγελλομένων τεχνιτῶν. Ὅμως δʼ οὖν, οἷς τούτων διαφέρειν φασὶν τὴν ῥητορικήν, ἀποδεικνύουσίν γε τέχνης τὸ μεθοδικὸν μηδʼ ἀκαρῆ ἔχειν αὐτήν· μηδὲ γὰρ πάντας μηδὲ τοὺς πλείστους τῶν κερη |ε . σ τὰς τέχνας ἀνειληφότων δύνασθαι λέγειν ἐν δήμοις καὶ δικαστηρίοις. θαυμαστῆς δὴ ἀτεχνίας, ἣν οὐ μαθόντες τε αὐτουργὸν περιπεποιήκασιν οὔτε μαθόντες ἔχουσι. Καὶ τὰς ἄλλας