Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.33
Not analysed yet
διαφοράς, ἃς ἀποδεδώκασιν, πρὸς οὐθὲν εὑρήσομεν ἕτερον ἁμιλλωμένας ἢ πρὸς τὸ δεῖξαι κατὰ μηδένα τρόπον τέχνην αὐτὴν ὑπάρχουσαν. Διαφέρει γάρ, φασί, καὶ καθόσον, ὅταν καὶ συνβάλληται, μικρόν τι καὶ τὸ τυχὸν συμβάλλεται, καὶ καθόσον οὐκ ἔχει τὴν τἀναγκαίου χώραν ἀλλὰ δύναταί τις καὶ μὴ μαθὼν τἆργα ποιεῖν αὐτῆς, καὶ καθόσον εὐέφικτα αὐτῆς ἐστιν τὰ παραγγέλματα, καὶ καθόσον τὸ πλεῖστον τῆς ὠφελίας ἐν τῶι γυμνάζεσθαι πρὸς τὸ λέγειν πέπτωκε καὶ μνημονεύειν, πανταχοῦ δʼ, ὡς εἰπεῖν, μηδʼ ἀκαρῆ αὐτὴν ἑωρακέναι τεχνικὸν μηθὲν ἢ δυναμένους ὄνομά τε ἐκ τῆς οἰκουμένης καὶ δόξαν αὐτῆι περιάψαι. Τούτοις γοῦν ἐγὼ χρησάμενος ἄκρως τὸ τῆς δυνάμεως ἀμέθοδον παραστήσω. Τάς γε μὴν πίστεις, ἃς ἐνηνόχασιν περὶ τοῦ καὶ δὴ προσφέρεσθαι τὰς διαφορὰς αὐτήν, ἃς ἐπεσημήναντο,