Ancient Greek · ~2 min
Book 2
Philodemus, Volumina Rhetorica 2.32a
Not analysed yet
Ἀλλ᾿ ἐπὶ τὸ τελευταῖον ἐπανάγωμεν τῶν κεφαλαίων, ,ὅπερ ἦν περὶ τοῦ τὴν εὐδοκιμοῦσαν ἐν δήμοις 20 καὶ δικαστηρίοις δύναμιν οὐχ ὑπ᾿ ἄλλης περιγίνεσθαι τοῖς ὅλοις ἐπιστήμης. Πρὸς μὲν οὖν τὰς ὑπολήψεις ἀπόχρη καὶ τὸ δεῖξαι τὴν τῶν διατριβικῶν τέχνην οὐδὲ ἓν πρὸς ταύτην συνεργοῦσαν. Ἀμέλει γὰρ οὐδὲ προσεδοξάσθη μέθοδός τις ἄλλη τῶν πολειτικῶν, ἤπερ ἣν οἱ σοφισταὶ τῶν ῥητορικῶν λόγων παρεγγυῶσιν. Ἐπειδὴ οὖν ἡ σοφιστικὴ κατʼ οὐδὲν συντείνει πρὸς τὸ τὴν δύναμιν ἔχειν, περαίνεται τὸ χωρὶς ἐπιστήμης ἔχειν αὐτὴν τοὺς ἔχοντας.