Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.22a
Not analysed yet
ἐνπειρίαν ἀπό τινος τριβῆς καὶ τῶν ἐν ταῖς πόλεσιν ἱστορίας περιγίνεσθαι πολλῶν ἐν τῆι πραγματείᾳ διασαφούντων, ἀρκέσει τὰ παρὰ Μητροδώρωι σαφῶς διδάσκοντα· „Πότερον οὖν τὴν ῥητορικὴν δύναμιν λέγει τις βλέπων ἐπὶ τὴν διάγνωσιν, ὧν πρακτέον ἐστὶν τῶι μέλλοντι εὐδαίμονι εἶναί τε καὶ ἔσεσθαι καὶ οὐ πρακτέον, καὶ ταύτην φησὶν ἀπὸ φυσιολογίας παραγείνεσθαι, ἢ καὶ τὴν πολειτικὴν ἐμπειρίαν, καθ᾿ ἣν ἐκ τριβῆς καὶ ἱστορίας τῶν πόλεως πραγμάτων συνορώιηι ἄν τις οὐκ κακῶς τὰ πλήθει συμφέροντα“; Καὶ μικρὸν προβάς· „τί γὰρ ὑπόκειται, ὃ θεωρεία ποιεῖ, ὥσπερ ἡ περὶ τὰς αἱρέσεις καὶ φυγὰς καὶ περὶ τὰς πολειτικὰς ἐκ τῆς ἱστορίας παρακολουθήσεις“; Κεκορυφωμένου δ᾿ ἡμεῖν καὶ τοῦδε τοῦ κεφαλαίου χωρῶμεν ἐπὶ τὸ τρίτον. Ἦν δὲ τοῦτο πιστοῦσθαι, διότι δὴ καὶ κατ᾿ ἀλήθειαν ἡ σοφιστικὴ ῥητορικὴ τέχνη τίς ἐστιν περί τε τὰς ἐπιδείξεις, οἵας αὐτοὶ ποιοῦνται, καὶ τὰς τῶν λόγων διαθέσεις, οἳων αὐτοὶ γράφουσίν τε καὶ σχεδιάζουσιν. Φαμὲν τοίνυν τὸ μεθοδικὸν ἔχειν αὐτήν, οὐ πολὺ δὲ καθάπερ οὐδὲ τὴν ποιητικήν. 1)