Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.45
Not analysed yet
ρί τινων ἄλλων παρά τε τούτωι καὶ παρʼ Εὐριπίδηι, ἀπορίας δὲ καὶ ζητήματα καὶ ἐν τῆι συγκεφαλαιώσει τῶν εἰρημένων καὶ ἐπιφορᾶι καὶ ἄλλα δή τινα προσάπτοντος, ἐπαινέσαντος δὲ τό τε ἄλλο καὶ τὰ ἐν ἤθεσιν καὶ γεγραφότος· „ἀποδέξαιτο δʼ ἄν τις αὐτῶν, διότι περὶ χρησίμων καὶ πλείστων ἔξωθεν ἐπιχειροῦσιν λόγους ποιεῖσθαι τοιούτους, οἵοις κρῖναι τὰν φιλοσοφίαι ἔστιν· καὶ γὰρ εἰ μὴ κατʼ ἐπιστήμην περαίνονται πάντες αὐτῶν, ἀλλὰ κατά τινʼ εἰκοτολογίαν καὶ στοχασμὸν ἔξεστιν τὴν τῶν ῥητόρων κρίσιν εἶναί“, —τοιαῦτα δή τινα τοῦ Ἀλεξίνου φλυαρήσαντος, πρὸς τοὐπὶ πᾶσι διαλεγόμενος· „Τὸ περὶ χρησίμων διαλέγεσθαι, φησίν, εἰ μὲν ταὐτὸν δεῖ λαβεῖν τῶι περὶ τοιούτων, ἐξ ὧν γίνεταί τι κέρδος ἐπʼ ἀργυρίωι λόγους στρέφειν δυναμένοις, καὶ τῷ