Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.44
Not analysed yet
ὁ Ζήνων ταῦτα διασαφεῖσθαι. Ὁ τοίνυν Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὅτι μὲν διατελεῖ λέγων “τὰ διδασκαλεῖα τῶν ῥητορικῶνʼ καὶ “τοὺς ἐκ τῶν διδασκαλείωνʼ καὶ τὰς δυνάμεις τὰς ἐκ τῶν διδασκαλείωνʼ, πρὸς δὲ τούτοις ‘τὰς ἐκ τῶν διδασκαλείων εὐμορφίαςʼ, καὶ διότι καὶ ‘πραγματείανʼ αὐτῶν καὶ ‘τὰς παραδόσεις καὶ παραγγελίας περί τε λόγου καὶ ἐνθυμημάτων καὶ τῶν ἄλλων’ καὶ τἀνάλογα πάντα τούτοις, τί ἂν λέγοι τις; Ἀλλὰ μὴν καὶ Ἕρμαρχος ἐπὶ Μενεκλέους ἔν τινι πρὸς Θεοφείδην ἐπιστολῆι τὴν αὐτὴν ἔχει γνώμην. Ἀλεξίνου γὰρ ἐν τοῖς Περὶ ἀγωγῆς κατηγοροῦντος τῶν ῥητορικῶν σοφιστῶν, ὅτι πολλὰ ζητοῦσιν ἀχρήστως, ὧν ἐστι καὶ τὸ περὶ τὴν λέξιν αὐτῶν πραγμάτευμα καὶ τὸ περὶ τὴν μνήμην, καὶ ἐν οἷς ἐπιζητοῦσι, λέγειν Ὅμηρον ‘ὑποβέβηκενʼ ἐν τοῖς ἔπεσιν, ὧν ἀρχὴ „ἄστρα δὲ δὴ προβέβηκε“, καὶ πε