Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.48
Not analysed yet
τὸν λόγον· „Εἰ δʼ ἔφη ἄξιον ἐπιθαυμάζειν τοὺς ῥητορικοὺς ὡς χρησίμως πολιτευομένους, οὐδʼ οὕτω κατὰ τὸ πρόχειρον ἕστηκεν ὁ λόγος αὐτοῦ· καὶ γὰρ μαγείρους καὶ καπήλους χρησιμεύοντας τὰ τοιαῦθʼ ἡμῖν ὑπολαμβάνοιμεν ἄν· ἀλλὰ κατά τινα εἶναι τὴν συμβουλίαν τὴν τοιαύτην ἐνδέχεται, ἃ μὴ δύναται περιγίνεσθαι διὰ λόγων, ὥσπερ κἂν τὰ διὰ σοφίας εἴπαις διὰ μόνης τῆς φιλοσοφίας περιεῖναι, ὡσαύτως τε τὰ διὰ τῆς τεκτονικῆς καὶ χαλκευτικῆς· οὐδὲ γὰρ τοῦ ῥήτορος δεῖται ποιὸν μικρόν, ἂν καὶ ἀναλαβεῖν αὐτὸ ῥαιδίως ἦι· καὶ γὰρ ἀγροῖκος ἄνθρωπος καὶ γραμμάτων ὅλως ἀνεπιστήμων, οὐ ῥητορικῆς μόνον ἐμπειρίας ἔξω καθεστηκὼς ἱκανὸς ἐξευρεῖν τὰ δήμοις συμφέροντα καὶ διερμηνεῦσαι σαφῶς. Τὸ δὲ δὴ μὴ κατʼ ἐπιστήμην