Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.49
Not analysed yet
περαίνεσθαί τινας τῶν ῥητορικῶν λόγων ἀλλʼ ἐμπειρίᾳ καὶ στοχασμῶι πῶς δεῖ πάλιν λαβεῖν; Οὐ γὰρ αὐτό γε τοῦτο δήπου νοεῖν δεῖ, σημαίνεσθαι κατὰ τὴν, λέξιν ταύτην τὸ μὴ συλλογισμοὺς διαλεκτικοὺς ἔχειν αὐτούς· οὐ γὰρ τινὲς τοῦτο πεπόνθασιν ἀλλʼ ἄπαντες, χωρὶς τοῦ μηδʼ αὐτῶι συναρέσκειν τοῦτο λίαν. Εὐβουλίδει γοῦν ἐγκαλεῖ που καταφρονοῦντι τῶν μὴ συλλογισμοὺς ἐχόντων λόγων· μανθάνειν γὰρ καὶ ἄνευ τούτων ἡμᾶς τὰ πράγματά φησιν. “—Παρεθέμεθα δὲ καὶ τὰς ἐπὶ πᾶσι λέξεις, εἴ τωι γενήσεται φίλον καὶ ταύτας ἔχειν, οὐκ ἀγνοοῦντες, ὅτι περί τινος ἄλλου δόξουσι καὶ οὐχὶ περὶ τοῦ προκειμένου καταγεγράφθαι. Καὶ Μητρόδωρος δʼ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν. Διαλεγόμενος γὰρ πρός τινα τῶν περὶ