Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
Philodemus, Volumina Rhetorica 2b
Not analysed yet
τὸ θεωρητικὸν μόνον, ὁ δὲ τὸ ῥητορικόν, ὁ δʼ ἑκάτερον, ἐν ὄχλωι τῆς διαθέσεως τοῦ λόγου γεινομένης· μένης· ὅ καὶ ἐπὶ τῶν ἄλλων εἴπερ ἦν ἐπιστημῶν, ἴσως οὐκ ἂν ὁ θεωρητικὸς εὐθέως ὑπῆρχε διαλεκτικός. Ἴσως δὲ καὶ μετὰ τούτων ἕτεραί τινες ἐν ταῖς ἐπιστήμαις εὑρεθήσονται παραλλαγαὶ κατὰ τὴν δύναμιν |ἤτοι τὴν παρασκευὴν τῶν αὐτῶν ἔργων, ἀλλʼ οὐ τὸ lI μὴ εἶναι τέχνην αὐτὴν παριστάνειν δόξουσιν ἀλλὰ τὸ μὴ μόνην τοῦ τέλους δημιουργόν. Οὐ γὰρ ἴσως ἀγένητον οὐδʼ οὐχ ὁρώμενον ἐν τοῖς φαινομένοις, ὅ γείνεται διὰ τέχνης τινός, διὰ ταύτης τε συντελεῖσθαι καὶ διʼ ἄλλης τινὸς ἀκολουθεῖν τέχνης, καὶ ταύτηι τάχα καὶ τὸ χρήσιμον ἀπὸ τοῦ ἀναγκαίου διορίζεσθαι πέφυκεν. Ἐπιδέχονται δὲ καὶ παραβολὰς οἱ πλείους τῶν λόγων, εἰ μὴ καὶ πάντες. Ἄθλιος δʼ εἰ καί τις ἄλλος χαρακτὴρ λόγων, ὅταν διʼ ὧν τις ἀναιρεῖν οἴεταί τινα, διὰ τῶν αὐτῶν πορευομένοις ἐξῇ καὶ τἀληθὲς ἢ τὸ φαινόμενον ἀληθὲς τῶι συντιθέντι τὴν ἀπόδειξιν ἀθετῆσαι. Χάριν δὲ τῶν ἀποδείξεων τούτων οὐδὲ εἷς ἀποκωλύσει λέγειν τοὺς τῆς ἐναντίας στάσεως προισταμένους εἶναί τινα τέλειον τεχνείτην,