Ancient Greek
ΒΑΚΧΑΙ.
Philolaus of Croton, Fragmenta ΒΑΚΧΑΙ.
Not analysed yet
[B. 90] Stob. Ecl. Ⅰ 15, 7 [p. 148,4 W.] Φιλολάου Βάκχαι. ὁ κόσμος εἶς ἐστιν, ἤρξατο δὲ γίγνεσθαι ἀπὸ τοῦ μέσου καὶ ἀπὸ τοῦ μέσου εἰς τὸ ἄνω διὰ τῶν αὐτῶν τοῖς κάτω. ἔστι ⟨γὰρ ⟩τὰ ἄνω τοῦ μέσου ὑπεναντίως κείμενα τοῖς κάτω. τοῖς γὰρ κατωτάτω τὰ μέσα ἐστὶν ὥσπερ τὰ ἀνωτάτω καὶ τὰ ἄλλα ὡσαύτως. πρὸς γὰρ τὸ μέσον κατὰ ταὐτά ἐστιν ἑκάτερα, ὅσα μὴ μετενήνεκται.