Ancient Greek
Fragment 2
Philolaus of Croton, Fragmenta 2
Not analysed yet
[B. 47] Stob. Ecl. I 21, 7a [p. 187,14 Wacham.] Ἐκτοῦ Φιλολάου περὶ κόσμου. ἀνάγκα τὰ ἐόντα εἶμεν πάντα ἢ περαίνοντα ἤ ἄπειρα ἢ περαίνοντά τε καὶ ἄπειρα, ἄπειρα δὲ μόνον ⟨ἤ περαίνοντα μόνον⟩ οὔ κα εἶη. ἐπεὶ τοίνυν φαίνεται οὔτ’ ἐκ περαινόντων πάντων ἐόντα οὔτ’ ἐξ ἀπείρων πάντων, δῆλον τἆρα ὅτι ἐκ περαινόντων τε καὶ ἀπείρων ὅ τε κόσμος καὶ τὰ ἐν αὐτῶι συναρμόχθη. δηλοῖ δὲ καὶ τὰ ἐν τοῖς ἔργοις. τὰ μὲν γὰρ αὐτῶν ἐκ περαινόντων περαίνοντι, τὰ δ’ ἐκ περαινόντων τε καὶ ἀπείρων περαίνοντί τε καὶ οὗ περαίνοντι, τὰ δ’ ἐξ ἀπείρων ἄπειρα φανέονται. (Vgl. Damasc. 240 I 101, 3 Ru. τὸ ὂν ἐκ πέρατος καὶ ἀπείρου, ὡς ἔν τε Φιλήβωι [p. 23 c] λέγει ὁ Πλάτων καὶ Φ. ἐν τοῖς Περὶ φύσεως. S. A 9.) Folgen bei Stob. B 4—7.