Ancient Greek
ZWEIFELHAFTES.
Philolaus of Croton, Fragmenta ZWEIFELHAFTES.
Not analysed yet
[B. 151] Ι. Lydus de mens. Ⅱ 12 ὀρθῶς οὖν ἀμήτορα τὸν ἑπτὰ ἀριθμὸν ὁ Φ. προσπηγόρευσε· μόνος γὰρ οὕτε γεννᾶν οὔτε γεννᾶσθαι πέφυκε· τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνηπτον· ἐν κινήσει γὰρ ἡ γέννησις, ἑπειδὴ καὶ τὸ γενῶν καὶ τὸ γεννώμενον οὐκ ἄνευ κινήσεώς ἐστι, τὸ μὲν ἵνα γεννήσηι,· τὸ δὲ ἵνα γεννηθῆι· τοιοῦτος δὲ ὁ θεός, ὡς κὰι αὐτὸς ὁ ῥήτωρ ὁ Ταραντῖνος· φησὶ δὲ οὕτως· ἕστι . . . ὅμοιος. Aus derselben unzuverlassigen Urquelle (Proros 247 Περὶ ἑβδομάδος̣) Philo d. opif. 100 [Ⅰ 34,10 Cohn] δι’ ἣν αἰτίαν οἱ μὲν ἄλλοι φιλόσσφοι τὸν ἀριθμὸν τοῦτσν ἑξομοιοῦσι τῆι ἀμήτορι Νίκηι καὶ Παρθένωι, ἣν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναφανῆναῖ λόγος ἔχει, οἱ δὲ Πυθαγόρειοι τῶι ἡγεμόνι τῶν συμπάντων· τὸ γὰρ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον μένει . . . μόνον δ’ οὔτε κινοῦν οὔτε κινούμενον ὁ πρεσβύτερος ἄρχων καὶ ἡγεμών, οὗ λέγοιτ’ ἂν προσηκόντως εἰπὼν ἑβδομάς. μαρτυρεῖ δέ μου τῶι λόγωι καὶ Φ. ἐν τούτοις· ἔστι γάρ, φησίν. . . . ἄλων. Anatol. de decade p. 35 Heiberg ἑβδομὰς μόνη τῶν ἐντὸς δεκάδος οὐ γεννᾶι οὔτε γεννᾶται ὑπ’ ἄλλου ἀριθμοῦ πλὴν ὑπὸ μονάδος· διὸ καὶ καλεῖται ὑπὸ τῶν Πυθαγορείων παρθένος ἀμήτωρ. ἔστι γὰρ ἡγεμὼν καὶ ἄρχων ἁπάντων, θεός, εἶς, ἀεὶ ὤν, μόνιμος, ἀκίνητος, αὐτὸς ἑαυτῶι ὅμριος, ἕτερος τῶν ἄλλων.