Ancient Greek · ~2 min
ΕΚ ΤΟΣ ΟΓΔΟΗΣ ΙΣΤΟΠΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 10-5
Not analysed yet
10. Ὅτι κατὰ Οὐάλεντα καὶ Οὐαλεντινιανὸν ἱστορεῖ τὸν Φιλοστόργιον γενέσθαι, ὃς ἄριστος ἰατρῶν ὑπῆρχεν, καὶ παῖδας φῦσαι Φιλάγριόν τε καὶ Ποσειδώνιον. Μάσασθαι δὲ τὸν Ποσειδώνιον ἰατρικῇ διαπρέποντα. λέγειν δ᾿ αὐτὸν ὅμως οὐκ ὀρθῶς οὐχὶ ἐπιθέσει τοὺς ἀνθρώπους ἐκβακχεύεσθαι, ὑγρῶν δέ τινων κακοχυμίαν τὸ πάθος ἐργάζεσθαι. μηδὲ γὰρ εἶναι τὸ παράπαν ἰσχὺν ἀνθρώπων φύσιν ἐπηρεάζουσαν. εὐδοκιμεῖν δὲ καὶ Μάγνον έν Ἀλεξανδρείᾳ τὴν αὐτὴν τέχνην μεταχειριζόμενον.