Ancient Greek · ~2 min
10 to 12
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 10-6-12
Not analysed yet
10. Ὄτι Δημόφιλος, φησί, ἐγκαθίσταται τῇ Κωνσταντινουπόλει ὑπὸ Θεοδώρου μάλιστα τοῦ Ἠρακλείας ἐπισκόπου. ἐδόκει γὰρ τὸ προνόμιον ὑτος ἔχειν τῆς τοιαύτης ἱερουργικῆς ἐνεργείας. πολλοὶ δὲ τοῦ παρόντος ὄχλου ἐν τῇ τοῦ Δημοφίλου καθιδρύσει ἀντὶ τοῦ »ἄξιος« ἀνεβόων τὸ »ἀνάξιος«. 11. Ὅτι μετὰ Αὐξόνιον Μόδεστος ἔπαρχος καταστάς, καὶ ἀπεχθῶς, φησίν, ἔχων πρὸς Εὐνόμιον, ἐρήμην αὐτοῦ κατεδικάσατο, ὡς τὰς ἐκκλησίας καὶ τὰς πόλεις ἐκταράσσοντος· καὶ εἰς Ναοξίαν αὐτὸν φυγαδεύει τὴν νῆσον. 12. Ὅτι Μάζακα τὸ πρῶτον ἐκαλεῖτο ἡ Καισάρεια ἀπὸ Μοσὸχ (??)Καππαδοκῶν γενάρχου ἑλκυσαμένη τὸ ὄνομα· τοῦ χρόνου δὲ πορευομένου κατὰ παρέγκλισιν ἤδη Μάζακα προσωνόμασται