Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 11.1
Not analysed yet
11. Ὅτι φησὶν ἅπαν τὸ πρὸς ἀνίσχοντα ὅλιον καὶ περὶ τὴν μεσημβρίαν κλίμα, καίτοι πέρα τοῦ μέτρου θαλπόμενον, ὅμως τὰ κράτιστα καὶ μέγιστα φέρειν τῶν ὅσα τῆ καὶ θάλαττα δυνατὴ τρέφειν. τά τε γὰρ κήτη τὰ ὑπερμεγέθη ταύτῃ ἐνεῖναι τῇ θαλάσσῃ· καὶ ἤδη ὤφθη πολλάκις ἐπιπολάσαντα τοῖς τὸν Ὠκεανὸν ἐκεῖνον ἥ τε γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ὡν τὸ μὲν γένος τὰ μὲν ἄλλα πάντα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας, καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος. καὶ γὰρ εἰς Ρωμαίους κομισθὲν τὸ ζῷον ἐθεασάμην, καὶ τὸ θέαμα γράφω. ἀλλὰ καὶ δράκοντες ἐν τούτοις εἰσί, πάχος μὲν δοκῶν οὐκ ἐλάττους, τὸ δὲ μῆκος εἰς δεκαπέντε παρατεινόμενον ὀργυίας· καὶ γὰρ καὶ τούτων τὰς δορὰς εἰς Ῥωμαίους ἀποκομισθείσας εἶδον. ὅ τε μονόκερως τὸ ζῷον παρ᾿ αὐτοῖς ἐστι, τὴν μὲν κεφαλὴν δράκοντος φέρων, κέρας δὲ σκολιὸν αὐτῷ πέφυκεν, οὔτι σφόδρα μέγα· ὁ δὲ ἀνθερεὼν αὐτῷ πώγωνος ὑποπίμπλαται ἅπας. μακρὸς δὲ ὁ τράχηλος εἰς ὕψος ἀνατεινόμενος, ὁλκῷ δράκοντος ἐγγύτατα παραπλήσιος. τὸ δὲ ἄλλο σῶμα ἐλάφῳ προσέοικε μᾶλλον, τοὺς δὲ πόδας λέοντος ἔχει· καὶ ἔστι γε αὐτοῦ τὸ ἐκτύπωμα ὁρᾶν ἐν Κωνσταντινουπόλει. Καὶ δὴ καὶ ἡ καμηλοπάρδαλις τῆς ἐκείνῃ γέννημα χώρας. ἣ τὰ μὲν ἄλλα ἔλαφός ἐστιν μεγίστη· καμήλου δὲ τὸ ὕφος ἐνέδωκε τὸ σῶμα μιμεῖσθαι· τὸν μέντοι αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος φέρει εἰς ὕφος ἀνορθούμενον· ἀλλὰ καὶ τὴν δορὰν ὄπασαν ἀπὸ κεφαλῆς ἄκρας ἕως ἐσχάτων ποδῶν παρδάλει μάλιστα τῇ ποικιλίᾳ προσφερεστάτην ἔχει, καὶ τοὺς ἔμπροσθεν πόδας ὑψη- λοτέρους τῶν ὀπίσω. παρ᾿ αὐτοῖς δέ ἐστι καὶ ὁ λεγόμενος αἰγοπίθηκος, Phot. πίθηκός τις ὤν. μυρία γάρ ἐστι γένη πιθήκων· ἀρκοπίθηκοι γάρ εἰσιν ἐν αὐτοῖς καὶ λεοντοπίθηκοι καὶ κυνοκέφαλοι. καὶ ἄλλαις πολλῶν ζῴων εἰδέαις τῆς πιθηκείας μορφῆς ἐπιμιγνυμένης. καὶ δῆλον ταῦτά ἐστιν, πολλῶν εἰς ἡμᾶς κομιζομένων· οἷος δὴ καὶ ὁ πὰν ἐπικληθεὶς ὑπάρχει, ὃς τὴν κεφαλὴν αἰγοπρόσωπός ἐστι καὶ αἰγόκερως, καὶ ἐκ λαγόνων τὰ κάτω αἰγοσκελής, τὴν δὲ κοιλίαν καὶ τὸ στέρνον καὶ τὰς χεῖρας καθαρὸς πίθηκος, ὃν καὶ ὁ τῶν Ἰνδῶν βασιλεὺς Κωνσταντίῳ ἀπεστάλκει. τοῦτο δὲ τὸ ζῷον ἔζη μὲν φερόμενον ἄχρι τινός, ἔν τινι πλέγματι διὰ τὸ θηριῶδες εἰργμένον. ἐπεὶ δὲ ἐπέθανεν, ταριχεύσαντες αὐτὸ οἱ κομίζοντες, θεάματος παρασχεῖν ἀσυνήθους εἰκόνα, μέχρι τῆς κωνσταντίνου διεσώσαντο πόλεως. καί μοι δοκοῦσι τὸ ζῷον τοῦτο Ἕλληνες πάλαι ἰδεῖν καὶ ἐκπλαγέντες τῷ ξένῳ τῆς θέας θεὸν σφίσι νομίσαι, εἰθισμένον αὐτοῖς τὰ παράδοξα θεοποιεῖν, ὥσπερ καὶ τὸν σάτυρον ἔστι δὲ καὶ τοῦτο πίθηκος, ἐρυθρὸς τὸ πρόσωπον καὶ γοργὸς τὴν κίνησιν, καὶ οὐρὰν ἔχων. Καὶ μὴν καὶ ἡ σφὶγξ γένος ἐστὶ πιθήκων· αὐτὸ γὰρ θεασάμενος γράφω. ἡς τὸ μὲν ἄλλο σῶμα λάσιόν ἐστιν ὡς τοῖς λοιποῖς πιθήκοις, τὸ δὲ στέρνον ἄχρι γε αὐτοῦ τοῦ τραχήλου ἐψίλωται μαζοὺς δὲ γυναικὸς ἔχει, ἐρυθροῦ τινος βραχέος κεγχροειδοῦς ἐπαναστήματος ἅπαν ἐν κύκλῳ τὸ γεγυμνωμένον τοῦ σώματος περιθένοτος, καὶ εἰς πολλήν τινα εὐπρέπειαν ἀνθρωποφανεῖ ὄντι τῷ έν μέσῳ χρώματι συναρμοζομένου· τό τε πρόσωπον ἐνεστρογγύλωται μᾶλλον καὶ εἰς γυναικείαν ἕλκει μορφήν· ἥ τε φωνὴ ἐπιεικῶς ἀνθρωπεία, πλὴν ὅσον οὐκ εἰς ἄρθρα διαιρουμένη, ἀλλά τινι ταχέως καὶ οἷον μετά τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυτέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, καὶ οὐδὲ ῥᾳδίως τιθασσευόμενον. ταύτης εἰς Θήβας μοι δοκῶ τὰς Βοιωτίας πάλαι κομισθείσης, καί τισιν ἴσως τῶν ἐπὶ θέᾳ συνερρυηκότων ἐφαλομένης καὶ τοῖς προσώποις λυμηναμένης, δεινὸν ποιησάμενος ὁ Οἰδίπους τὰς τῶν ὁμοφύλων λώβας, καταφονεῦσαι τὸ ζῷον καὶ ὄνομα λαμπρὸν ἐκεῖθενη λαβεῖν. καὶ αὐτὸν ὁ μῦθος εἰς ἀνδρείαν κοσμῶν, ὑπόπτερον μὲν τὸ θηρίον ἀναπλάττει διὰ τὸ ὀξέως ἐπιπηδᾶν, στέρνον δὲ γυναικὸς ἐφαρμόττει καὶ τὸ σῶμα λέοντος· γυναικὸς μέν, διὰ τὸ πρόχειρον τῆς γυμνώσεως καὶ πρὸς τὸ γυναικεῖον εἶδος ὁμοιώσεως· λέοντος δέ, διὰ τὸ θηριῶδες, καὶ ὅτι κατὰ τὸ πλεῖστον τοῖς τέσσαρσι τυγχάνει ποσὶν ἐρειδόμενον. λόγου δὲ τῷ θηρίῳ μετέδωκεν τὸ πλάσμα διὰ τὸ τῆς φωνῆς ἀνθρωποειδές· αἰνιγματώδους δέ, διὰ τὸ ἄσημα φθέγγεσθαι. καὶ θαυμαστὸν οὐδέν· πολλὰ γὰρ καὶ ἄλλα σύνηθες τοῖς Ἕλλησι πρὸς τὸ μυθῶδες διαπλάττειν. Ἡ αὐτὴ δὲ χώρα καὶ ὄνους ἀγρίους μεγίστους τε τῷ μεγέθει φέρει καὶ τὴν δορὰν κατὰ τὸ ξενίζον πεποικιλμένους, λευκοῦ σφίσι καὶ μέλανος χρώματος οὐ κατὰ μικρὸν συμποικιλλομένου· ἀλλὰ ζῶναί τινές εἰσιν ἀπὸ τῆς ῥάχεως ἐπὶ τὰς πλευρὰς καὶ τὴν κοιλίαν καθήκουσαι· καὶ ἐνταῦθα δὴ σχιζόμεναι καὶ κατά τινας περιφερείας ἀλλήλαις ἐνελιττόμεναι, θαυμαστήν τινα καὶ ξένην ἀπεργάζονται πλοκὴν καὶ ποικιλίαν. ἀλλά γε δὴ καὶ ὁ φοῖνιξ, τὸ πολυθρύλητον πτηνόν, παρ᾿ αὐτοῖς τυγχάνει γινόμενος. καὶ μὲν δὴ καὶ τὴν σιτάκην ἐκεῖθεν ἴσμεν κομιζομένην, ὃ τῶν ὀρνέων ἐστὶν λαλίστατον καὶ τῆς ἀνθρωπίνης γλώττης μιμητικώτατον· καὶ τοὺς ποικίλους δὲ καὶ καταστιγεῖς ὄρνεις. οὓς γαράμαντας ἐπικαλοῦσί τινες, ἀπὸ τοῦ ἔθνους οὑ μάλιστα πλεῖστοι κομίζονται τὴν ἐπωνυμίαν θέμενοι. καὶ ἄλλα δὲ πλεῖστα διαφανῶς ὑπερφυέστατα φύεται, ὡν τὸ πλῆθος ἡ διήγησις ὑποστέλλεται. Ἀλλὰ καὶ ὁ χρυσὸς ἐνταῦθα γεννᾶται καθαρώτατος, χρυσιτίδων οἱονεὶ τριχῶν αὐτοφυῶν τῆς ἐκείνῃ γῆς ἀναδιδομένων καὶ ἐπ᾿ ἀλλήλοις κειμένων καὶ ἐπίδηλον αὐτοῦ τὴν γένεσιν παρεχομένων· καὶ καρποὶ δὲ κάλλιστοί τε καὶ μέγιστοι, ὡν γνώριμα καὶ τὰ κάρυα. ἀλλὰ μὴν καὶ τὸ ἐπὶ τοῖς Ὁμηρίταις κλίμα πᾶν μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης δὶς τοῦ ἐνιαυτοῦ ἀναδίδωσι τοὺς καρπούς, ἐξ οὑ καὶ τὴν χώραν Ἀραβίαν εὐδαίμονα προσηγόρευσαν. καὶ ὅλως ἡ πρὸς ἀνίσχοντα ἥλιον ἅπασα γῆ μακρῷ τῆς ἄλλης ἐν πᾶσι διαφέρει, ὁ δὲ Παράδεισος ἁπάσης τῆς Ἑῴας τὸ κράτιστόν τε καὶ καθαρώτατον ὑπάρχων καὶ τοὺς ἀέρας ἀκραιφνεστάτους καὶ καλλίστους ἔχων καὶ τοῖς διαφανεστάτοις ὕδασι καταρδόμενος, δῆλον ὡς ἀπαραβλήτῳ ὑπεροχῇ τῆς ὑφ’ ἡλίῳ πάσης ἐν πᾶσι τὸ κρεῖττον φέρει, τῆς ἔξωθεν θαλάσσης κατ᾿ ἀνίσχοντα τὸν ἥλιον αὐτῷ παρακλυζομένης.