Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 12-2
Not analysed yet
12. Ὅτι, φησίν, Ἀθανάσιος, πρὸς τὸν ἑσπέριον ἀφικόμενος βασιλέα Phot. καὶ δώρων τοὺς αὐτῷ παραδυναστεύοντας ὑπαγαγὼν ἀφθονίᾳ, μάλιστα δὲ Εὐστάθιον, ὃς κόμης ἦν τῶν λεγομένων πριουάτων καὶ τῷ βασιλεῖ πιθανώτατος, ἐπιστολὴν πρὸς Κωνστάντιον κομίζεται λέγουσαν ὧδε· >Ἀθανάσιος ἧκεν ὡς ἡμᾶς, ἑαυτῷ προσήκειν ἐπισκοπὴν τῆς Ἀλεξανδρείας ἀποδεικνύς. τυγχανέτω τοίνυν διὰ σοῦ ταύτης, ἐπεὶ τοῖς ἐμοῖς γε αὐτὴν ἀνακτήσηται ὅπλοις. δεξάμενον δὲ τὴν ἐπιστολὴν τὸν Κωνστάντιον καὶ τοὺς ἐπισκόπους ἐπὶ κοινωνίᾳ βουλῆς συγκαλέσαντα, γνώμην παρ’ αὐτῶν λαβεῖν ἄμεινον εἶναι μὴ πόλεμον ἀναρρῆξαι τῷ ἀδελφῷ ἢ τῆς Ἀθανασίου βαρύτητος τὴν Ἀλεξάνδρειαν ἀπαλλάξαι. διὸ καὶ ἐφιέναι αὐτῷ τὴν ἐπισκοπὴν ἀναλαβεῖν, καὶ τὸν Γεώργιον δι᾿ ἐπιστολῆς εἰς ἑαυτὸν μεταπέμψασθαι. ἀλλ’ ὁ μὲν εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφίκετο, κἀκεῖ διῆγεν τὰ καθ’ ἑαυτὸν ἐπισκοπούμενος. ὁ δὲ Ἀθανάσιος, μετὰ μείζονος ἤδη φρονήματος διιὼν τὰς πόλεις, καθ οὓς γίνσιτο τῶν ἐπισκόπων λόγοις αὐτοὺς ἐξεκαλεῖτο πρὸς τὸ ὀμοούσιον· καὶ τοὺς μὲν ἄλλους μὴ προδέχεσθαι, Ἀέτιον δὲ τὸν ἔφορον τῆς Παλαιστίνης, ἐπὶ πορνείᾳ καταγγλλόμενον καὶ βουληθέντα τῇ πρὸς Ἀθανάσιον ἐπιχωρήσει τὸ αἶσχος ἐπικαλύψασθαι, πρὸς τὴν ἐκείνου δόξαν αὐτομολῆσαι· δοῦναι δ’ οὖν ὅμως ὀξύτατα τὴν δίκην, τοῦ αἰδοίου διασαπέντος καὶ σκώληκας βρύσαντος, καὶ οὕτω τοῦ ζῆι. ἐλαθέντα. ἀλλὰ καὶ Μάξιμον τῶν Ἱεροσολύμων ἐπίσκοπον πρὸς τὴν Ἀθανασίου δόξαν ἀποκλῖναι, καίπερ ὁ κατὰ Μαξιμιανὸν διωγμὸς μάρτυρα τοῦτον ἐδείκνυ, καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ὑπὲρ τῆς εὐσεβείας φέροντα διορωρυγμένον. καὶ πολλοὺς ἄλλους κατὰ μικρὸν εἰς τὴν ἑαυτοῦ δόξαν τὸν Ἀθανάσιον ὑποσύρασθαι.