Ancient Greek
EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 13-3
Not analysed yet
13. Ὅτι, φησί, Ἥρωνά τινα ἐκ Θηβῶν τῶν Αἰγυπτίων καὶ εἰς ἐπισκόπους τελέσαντα, εἶτα πρὸς Ἑλληνισμὸν μεταβαλόντα, παραχρῆμα νόσος σηπεδονώδης ἀπέλαβεν καὶ πᾶν αὐτοῦ καταβοσκηθεῖσα τὸ σῶμα βδέλυγμα πᾶσιν ὑπέδειξεν. ὁ δὲ πανταχόθεν ἀπορούμενος ἐν τοῖς ἀμφόδοις κατέκειτο, μηδ᾿ ὅντινα οὖν μηδαμόθεν ἔλεον, τῶν μὲν Χριστιανῶν παντελῶς αὐτὸν ἐκτρεπομένων, τῶν Ἑλλήνων δὲ μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον αὐτὸν ἐγνωκότων. ἀλλ’ ὁ μὲν Ἥρων πικρῶς οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώς, καὶ δὴ καὶ τοὺς ὀφθαλμοὺς ὑπ’ αὐτῶν ἐξορυχθείας, τελευτῶν εἰς μανίαν ἐτράπη καὶ τὴν ἑαυτοῦ γλῶτταν καταφαγὼν ἐκ πικρῶν βασάνων εἰς πολὺ χαλεπώτερα παρεπέμφθη κολαστήρια. καὶ πολλὰ τοιαῦτα τὸ θεῖον ἐτερατούργει, ἀντιρροπους τας ποινας παρα των ἀναίδην ἀσεβούντων εἰσπραττόμενον.