Ancient Greek · ~2 min
ΕΚ ΤΗΣ ΕΝΝΑΤΗΣ ΙΣΤΟΠΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 14-5
Not analysed yet
14. Ὅτι, τελευτήσαντος Εὐζωΐου τοῦ Ἀντιοχείας, ὁ Δωρόθεος ἐξ Ἡρακλείας τῆς Θρᾴκης πρὸς τὸν ἐκείνου μεθίσταται θρόνον. διασύρει δὲ τόν τε Δημόφιλον καὶ Δωρόθεον ὁ συγγραφεύς, τὸν μὲν ἀλαζονέ- στατον λέγων, τὸν δὲ Δημόφιλον φύρειν τε πάντα καὶ συγχεῖν ἀκρατέστατον, καὶ μάλιστά γε τὰ ἐκκλησιαστικὰ δόγματα· ὥστε ποτὲ καὶ κατὰ Κωνσταντινούπολιν ἐκκλησιαζοντα φάναι τὸ σῶμα τοῦ κυρίου. ἀνακραθὲν τῇ θεότητι, εἰς τὸ ἀδηλότατον κεχωρηκέναι, ὃν τρόπον καὶ γάλακτος ξέστης τῷ παντὶ τῆς θαλάσσης ἐπιβληθεὶς συστήματι.