Ancient Greek · ~20 min
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 15b.1
Not analysed yet
15b. [zu Ζ. 8 —S. 47] Suidas s. v. Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτοῦ, τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφεία. αὐτὸς δέ, εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός Ἀποχρώντως <δὲ> τῇ τέχνῃ κεχρημένον διὰ ῥώμην φύσεως ἐπὶ τὰς λογικὰς ἐπιστραφῆναι μαθήσεις, καὶ Παυλίνου μὲν ἀκροάσασθαι πρότερον, ὃς ἐκ τῆς ἐφορείας Τύρου εἰς τὴν τῆς Αντιοχείας μετέστη· τῆς δὲ μητρὸς τὸν βίον λειπούσης, δι᾿ ἣν μᾶλλον καὶ ἡ ποικίλαις εἰδέαις τὸν χρυσὸν ἐπιμορφοῦσα τέχνη μετεχειρίζετο τῷ Ἀετίῳ, ἐκεῖθεν αὐτὸν ὅλον εἰς τὴν τῶν λογικῶν μαθημάτων μετατάξασθαι θεωρίαν, καὶ θᾶττον περὶ λόγων ἁμίλλαις τῶν πλειόνων ὁρᾶσθαι κρατοῦντα· καὶ φθόνον ἐκ τούτου <πὐ> μικρὸν Ἀλλὰ μέχρι μὲν ὁ Παυλῖνος ἔζη, τὴν ἰσχὺν ὁ φθόνος παρῃρεῖτο ἐπεὶ δὲ ἐκεῖνος μετὰ μῆνας ἓξ ἀπεβίω, ἀντ᾿ αὐτοῦ δὲ Εὐλάλιος τὸ θρόνον ἔσχεν, εἰς τὴν αὐτοῦ δύναμιν ἐπανελθὼν ὁ φθόνος κινεῖ τὸν Εὐλάλιον τῆς Ἀντιοχείας τὸν Ἀέτιον ἀπελάσαι. ὁ δέ, εἰς τὴν τῆς Κιλικίας Ἀναβρζὸν ἀφικόμενος, τῇ τέχνῃ πάλιν πρὸς τὸ ζῆν ἀπεχρῆτο, οὐδὲ τῆς ἐν λόγοις ἀφιστάμενος πρὸς τοὺς ἐντυγχάνοτας ἁμίλλης. γραμματικοῦ δέ τινος τὴν φύσιν αὐτοῦ ἀγαμένου καὶ μεταδοῦναι τῆς τέχνης ὡρμημένου, ὁ Ἀέτιος παρ᾿ αὐτὸν εἰσοικισθεὶς ἐξήτευεν, τὰς οἰκετικὰς αὐτῷ τελῶν λειτουργίας. καὶ ὁ μὲν τὴν γραμματικὴν προθύμως αὐτὸν ἐδιδάξατο, ὁ δὲ τοῦ διδασκάλου δημοσίᾳ ποτὲ καταστὰς εἰς ἔλεγχον ὅτι μὴ τῶν θείων λογίων ὀρθὴν ἐποιεῖτο τὴν διήγησιν, καὶ πολλὴν αὐτοῦ τὴν τὴν ἐπ᾿ ἀμαθείᾳ τῶν τοιούτων αἰσχύνην καταχεάμενος, ἀντιμισθίαν εὐρεν τὴν ἀποκήρυξιν τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέρετο μαθημάτων, Snid. πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησά- τῆς εὐεργετούσης αὐτὸν οἰκίας. ἐκεῖθεν δὲ ἐλαθεὶς Ἀθανασίᾳ συγγίνεται, ὃς τῶν μὲν Λουκιανοῦ τοῦ μάρτυρος ὁμιλητῶν εἱς ἐγεγόνει, τὴν Ἀναβαρζὸν δ᾿ ἐσκόπει· παρ’ ᾧ τοὺς εὐαγγελιστὰς ἀναγνοὺς καὶ τοῖς καθ᾿ ἕκαστον αὐτὸν ἐπιστήσας, ἐπὶ τὴν Ταρσὸν παρὰ Ἀντώνιον ἀφικνεῖται. τῶν Λουκιανοῦ δὲ καὶ οὗτος ἦν γνωρίμων. ὑφ’ οὗ τὰς τοῦ ἀποστόλου ἀναδιδαχθεὶς ἐπιστολὰς ἱκανὸν αὐτῷ συνδιέτριβε χρόνον, τὴν τοῦ πρεσβυτέρου τάξιν πληροῦντι. ἐπεὶ δ᾿ ὁ Ἀντώνιος ἔφορος ἐγεγόνει καὶ οὐχ οἷός τε ἠν ἐνασχολεῖσθαι τῇ σοφιζούσῃ τὸν Ἀέτιον διδασκαλίᾳ, εἰς τὴν Ἀντιόχου πάλιν ὁ Ἀέτιος ἐπάνεισιν, ἀκροασόμενος Λεοντίου· πρεσβύτερος δὲ ἦν ὁ Λεόντιος κατ’ ἐκεῖνο καιροῦ, καὶ αὐτὸς τῶν μαθητῶν Λουκιανοῦ χρηματίσας. ὃς αὐτῷ καὶ τοὺς προφήτας ἐξηγήσατο καὶ μάλιστα τὸν Ἰεζεκιήλ. Ἀλλὰ κἀκεῖθεν αὐτὸν ὁ φθόνος αὖθις, ὡς Φιλοστόργιος ληρεῖ, ὡς δ᾿ ἄν τις ἀληθεύων εἴποι, τῆς γλώσσης ἡ ἀκρασία καὶ τὸ τοῦ φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμβάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτην κατέστησεν ἡτταν. ἐξ᾿ ᾧ ἀθυμία τε κατεῖχεν καὶ τὸ ζῆν οὐκ ἀνεκτὸν ἡγεῖτο, ὁρῶν τὸ ψεῦδος τῆς ἀληθείας ἐπικρατέστερον. οὕτω δὲ τῷ Ἀετίῳ διακειμένῳ ὀπτασία τις, ὡς οὑτος τερατολογεῖ, ἐφίσταται λύουσα τὴν ἀθυμίαν, συμβόλοις παρεχομένη τὸ ἀνανταγώνιστον τῆς ἤδη παρεχομένης αὐτῷ σοφίας. κἀκεῖθεν παραγεγόνει τῷ Ἀετίῳ τὸ μηδενὸς ἐν συμπλοκαῖς ὑττᾶσθαι λόγων. μετ’ οὐ πολὺ γοῦν Ἀφθόνιός τις, τῆς Μανιχαίων λύσσης προεστὼς καὶ μεγάλην παρὰ πολλοῖς ἐπὶ σοφίᾳ καὶ δεινότητι λόγων φέρων τὴν δόξαν, έν τῇ κατ᾿ Αἴγυπτον αὐτῷ Ἀλεξανδρείᾳ συμπλέ- μενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς. κεται. καὶ γὰρ ἧκε πρὸς αὐτὸν ἐξ Ἀντιοχείας ὁ Ἀέτιος, ὑπὸ τῆς Phot. περὶ αὐτὸν φήμης ἑλκόμενος. ὡς δ’ εἰς ἅμιλλαν ἀλλήλοις κατέστησαν, οὐδὲ πολλῆς καταναλωθείσης διελέγξεως, εἰς ἀφωνίαν συνελάσας ὁ Ἀέτιος τὸν Ἀφθόνιον ἐκ μεγάλης δόξης εἰς μεγάλην αἰσχύνην κατήνεγκεν. διὸ καὶ τῷ ἀπροσδοκήτῳ βαρυθυμήσας τῆς ἥττης, νόσον τε ἐπεσπάσατο χαλεπὴν καὶ τῇ νόσῳ πέρας ὁ θάνατος ἠν, οὐδὲ περαιτέρω τῶν ἑπτὰ ἡμερῶν διαρκέσαντος τοῦ σώματος ἀπὸ τῆς πληγῆς. Ἀέτιος δὲ διὰ πάντων ἐχώρει, τοῖς λόγοις τοὺς ἀντιπάλους κατὰ κράτος βάλλων καὶ τὴν νίκην λαμπρὰν ἀναδούμενος. Τότε δὲ καὶ τῆς ἰατρικῆς ἐξῆπτο, ὡς ἂν μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων ἔχοι τὰς νόσους ἐᾶσθαι. Σώπολις δ᾿ ἠν αὐτῷ τοῦ μαθήματος ὁ διδάκαλος, ἀνὴρ ἐν τῇ τέχνῃ μηδενὸς ἔχων τὰ δεύτερα· ἀριστεύων δὲ ἐν ἰατρικῇ ὁ Ἀέτιος ἄμισθον παρεῖχεν τοῖς δεομένοις τὴν θεραπείαν. εἰ εἰ ποτε ἐδέησεν αὐτῷ τῶν ἀναγκαίων, παρά τινι τῶν ὁμοτέχνων νύκτωρ φοιτῶν, ἕνα μὴ δι᾿ ἡμέρας ἀπάγοιτο τῶν σπουδαιοτέρων, ὅσον τοῦ χρυσέου τεχνικωτέρας ἐδεῖτο χειρός, τοῦτο δὴ ἄρα ἐξεργαζόμενος θᾶττον, παρὰ τοῦ ὁμοτέχνου τὸν μισθὸν ἐκομίζετο καὶ τὸν ἑαυτοῦ βίον συνεῖχε. ταῦτα δὲ κατ ἐκείνους τοὺς καιροὺς Κωνσταντίου ἠν καθ᾿ οὓς καὶ ὁ Θεόφιλος ἐκ τῶν Ἰνδῶν ἐπανελθὼν διῆγεν ἐν Ἀντιοχείᾳ.