Ancient Greek
15 to 15a
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 15-2-15a
Not analysed yet
15. Ὅτι πατρὶς Ἀετίῳ ἡ ἐν κοίλῃ γέγονεν Συρίᾳ· τοῦ δὲ παρτὸς αὐτοῦ τῶν ἐν στρατείᾳ δυσπραγέστερον ἐνηνεγμένων καὶ τὸν βίον ἐν τούτοις ἀπολιπόντος, τὴν μὲν οὐσίαν τὸν τηνικάδε ἄρχοντά φησι δημοσιῶσαι· νέον δὲ τὸν Ἀέτιον ὄντα εἰς ἔσχατον σὺν τῇ μητρὶ πενίας ἐλάσαι, καὶ διὰ τοῦτο ἐπὶ τὸ χρυσοχοεῖν ὁρμῆσαι, ὡς ἀν ἀμωσγέπως αὐτός τε καὶ ἡ γεννησαμένη διαβιῴη. 15a. Nicetas Thesaur. V 30 PG 139, 1389 C: Ὅτι δὲ χρυσοχόος ὁ Ἀέτιος ἦν. μαρτυρεῖ καὶ Φιλοστόργιος ὁ τούτῳ σύμφρων ἐν τῷ τρίτῳ τῆς ἱστορίας λόγῳ· »χωρήσας γοῦν«, φησίν, »ἐπὶ χρυσοχοΐαν ὁ Ἀέτιος ἀκρότατος γέγονε χρυσοῦ χειρουργός‘. 26 ὁ >LP