Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 16a
Not analysed yet
16a. [zu Z. 1—s. 27] Artemii Passio 7: Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας καὶ τοῦ δευτέρου ἐπιβάς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ’ αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως ἄχρι τῆς Νικομηδείας ἔφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλπης τῶν ἑαυτοῦ ἀδελφῶν φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος ὥς φασι κομήτου τὸν θάνατον αὐτοῦ προμξνύσαντος. ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοῖ πρὸς πατρὸς οἵδε· Δαλμάτιος, Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιωτεύοντι, ἐκ δὲ τῆς θυγατρὸς Μαφιμιανοῦ τοῦ Ἐρκουλλίου ἐπονομαζομένου Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς Δαλμάτιος καὶ Ἀναβαλιανὸς καὶ Κωνστάντιος· οὕς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ