Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 18
Not analysed yet
18. Ὅτι τελευτήσαντος τοῦ μεγάλου Κωνσταντίνου φησὶ καὶ τῶν πανταχόθι μεθορίαις ταλαιπωρουμένων ἄδειαν ἀνακλήσεως εἰληφότων, καὶ Ἀθανάσιόν φησιν ἐκ τῶν Γαλλιῶν εἰς τὴν Ἀλεξάνδρειαν παραγεγονότα, ἐπεὶ Γρηγόριον ἐμεμαθήκει τετελευτηκότα, ὡς εἶχεν εὐθὺς ἀπὸ τῆς νεὼς εἰς τὴν ἐκκλησίαν χωρῆσαι καὶ τὸν θρόνον ἀναλαβεῖν, μηδένα λόγον τῶν ἀποκηρυξάντων αὐτὸν πεποιηκότα. ξασθαι τοὺς ἀνελόντας αὐτὸν θείους· λαβόντα δὲ τὴν τοιαύτην γραφὴν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον ἀποδοῦναι Κωνσταντίῳ ἐκ τῆς Ἑῴας ἄρτι παραγενομένῳ, ἔνθεν τε γενέσθαι αὐτὸν καὶ ἐπίσκοπον Κωνσταντινουπόλεως· τὸ δὲ τούτους ἀναιρεθῆναι, ἐπεί τοι ἀλόγιστος σαφῶς ἡ ἀθρόα πάντων ἀτῶν ἀναίρεσις τούτῳ ἐδόκει, δέον ἔκρινε μὴ ἅνευ λόγου τοῦτο ποιῆσαι.