Ancient Greek
ΕΚ ΤΟΣ ΟΓΔΟΗΣ ΙΣΤΟΠΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 18-3
Not analysed yet
18. Ὅτι παραβάλλων τὸν Εὐνόμιον Ἀετίῳ, εἰς μὲν ἰσχὺν ἀποδείζεων καὶ ἑτοιμότητα τῶν πρὸς ἕκαστα ἀπαιτήσεων προτάττει Ἀέτιον, ἀτεχνῶς γάρ φησιν ἐπὶ τῆς γλώττης ἄκρας αὐτοῦ ἅπαντα δοκεῖν ἀθρόα κεῖσθαι· σαφηνείᾳ δὲ διδασκαλίας καὶ συμμετρίᾳ καὶ τῷ πρὸς τοὺς μαθησομένους μάλιστα ἁρμοδιωτάτῳ τὸν Εὐνόμιον.