Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 1b
Not analysed yet
1b. Nicetas Thesaur. V 8 ebd. [unmittelbar nach πρεσβυτέροις ob. S. 11, 16]: Ἐν δὲ τῇ ἀρχῇ τοῦ δευτέρου λόγου φησὶν ὁ Θιλοστόργιος) ὅτι Εὐσέβιος καὶ Θέογνις καὶ Μάρις μετάμελοι γεγονότες ἐφ’ οἶς ὅλως ὑπέγραψαν, προσῆλθον τῷ βασιλεῖ λέγοντες· »ἠσεβήσαμεν, βασιλεῦ, ὑπογράψαντες τῇ ἀσεβείᾳ δέει τῷ σῷ«. ὁ δὲ ὁργισθεὶς τούτους μὲν ἐξώρισεν εἰς Γαλλίας ἤτοι Γαλατίας τὰς ἑσπεριους, τοὺς δὲ περὶ Ἄρειον ἀποκαταστῆναι ταῖς οἰκείαις πατρίσι προσέταξε. τὸ ἑρεροούσιον. οἶς γράμμασι καὶ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον Phot. ὑπογράφαι, καὶ διὰ τοῦτο συνελθεῖν αὐτῷ καὶ τοὺς περὶ Ἄρειον· τοῦ δὲ ἐκ βασιλέως ἠρεμήσαντος φόβου, τὸν μὲν Ἀλέξανδρον ἐπὶ τὴν οἰκείαν ἀναδραμεῖν γνώμην, τὸν δὲ Ἄρειον πάλιν αὐτοῦ τε καὶ τῆς ἐκκλησίας σὺν τοῖς ὁμόφροσιν ἀποστηναι.